Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.114 Dem. 23.117 (English) >>Dem. 23.120

23.115ἐγὼ δὴ δεῖν ὑμᾶς οἶμαι τοῦτον τὸν τρόπον βεβουλεῦσθαι, ὅπως, ἂν μὲν χρὴ περὶ ὑμῶν γιγνώσκῃ Κερσοβλέπτης, μηδὲν ὑφʼ ὑμῶν ἀδικήσεται, ἂν δʼ ἀλόγως ἀδικεῖν ἐπιχειρῇ, μὴ μείζων ἔσται τοῦ δίκην δοῦναι. ἀναγνώσομαι δʼ ὑμῖν τὴν ἐπιστολὴν ἥν, ὅτʼ ἀφειστήκει Μιλτοκύθης, Κότυς ἔπεμψεν, καὶ ἣν ὅτε πᾶσαν ἔχων τὴν ἀρχὴν πέμψας Τιμομάχῳ τὰ χωρίʼ ὑμῶν ἐξεῖλεν.Ἐπιστολαί

23.116τοῦτʼ, ἄνδρες Ἀθηναῖοι, τὸ παράδειγμʼ ἑορακότες, ἂν ἐμοὶ πείθησθε, κἀκεῖνʼ εἰδότες, ὅτι Φίλιππος, ὅτε μὲν Ἀμφίπολιν ἐπολιόρκει, ἵνʼ ὑμῖν παραδῷ πολιορκεῖν ἔφη, ἐπειδὴ δʼ ἔλαβεν, καὶ Ποτείδαιαν προσαφείλετο, ἐκείνην τὴν πίστιν βουλήσεσθʼ ἔχειν, ἥνπερ φασὶ πρὸς Λακεδαιμονίους ποτʼ εἰπεῖν Φιλοκράτην τὸν Ἐφιάλτου. 23.117καὶ γὰρ ἐκεῖνόν φασιν, ἐξαπατώντων τι τῶν Λακεδαιμονίων καὶ προτεινόντων πίστιν ἥντινα βούλεται λαμβάνειν, εἰπεῖν ὅτι πίστιν ἂν οἴεται γενέσθαι μόνην, εἰ δείξειαν ὅπως, ἂν ἀδικεῖν βούλωνται, μὴ δυνήσονται, ἐπεὶ ὅτι γʼ ἀεὶ βουλήσονται εὖ εἰδέναι· ἕως ἂν οὖν δύνωνται, πίστιν οὐκ εἶναι. ταύτην, ἂν ἐμοὶ χρῆσθε συμβούλῳ, φυλάξετε τὴν πίστιν πρὸς τοῦτον τὸν Θρᾷκα, καὶ μὴ βουλήσεσθʼ εἰδέναι τινʼ ἄν, εἰ πάσης ἄρξειε Θρᾴκης, πρὸς ὑμᾶς σχοίη γνώμην.

23.118ὅτι τοίνυν ὅλως οὐδʼ ὑγιαινόντων ἐστὶν ἀνθρώπων τοιαῦτα γράφειν ψηφίσματα καὶ διδόναι τισὶ τοιαύτας δωρειάς, καὶ τοῦτʼ ἐκ πολλῶν ῥᾴδιον γνῶναι. ἴστε γὰρ δήπου πάντες, ἄνδρες Ἀθηναῖοι, τοῦθʼ ὁμοίως ἐμοί, ὅτι τὸν Κότυν ποτʼ ἐκεῖνον ἐποιήσασθε πολίτην, δῆλον ὡς κατʼ ἐκεῖνον τὸν χρόνον εὔνουν ἡγούμενοι. καὶ μὴν καὶ χρυσοῖς στεφάνοις ἐστεφανοῦτε, οὐκ ἄν, εἴ γʼ ἐχθρὸν ἡγεῖσθε.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.114 Dem. 23.117 (English) >>Dem. 23.120

Powered by PhiloLogic